Poznámka 72

Proklos, Theol. Plat. III,2 (Saffrey – Westerink, III,10,16–26): δεῖ πρὸ τῶν μετεχομένων αἰτίων πανταχοῦ τὰ ἀμέθεκτα προϋπάρχειν ἐν τοῖς ὅλοις. Εἰ γὰρ δεῖ τὴν αἰτίαν τοῦτο εἶναι πρὸς τὰ ἑαυτῆς γεννήματα ὅπερ ἐστὶ πρὸς ἅπασαν τὴν τῶν ὄντων φύσιν τὸ ἓν, καὶ ταύτην εἰληχέναι τὴν τάξιν πρὸς τὰ δεύτερα κατὰ φύσιν, τὸ δὲ ἓν ἀμέθεκτόν ἐστιν, ἀπὸ πάντων ὁμοίως ἐξῃρημένον τῶν ὄντων ὡς πάντων ἑνιαίως παρακτικόν, προσήκει δήπου καὶ τῶν ἄλλων αἰτίων ἕκαστον τὴν τοῦ ἑνὸς ὑπεροχὴν πρὸς πάντα ἀπεικονιζόμενον ἐξῃρῆσθαι τῶν ἐν τοῖς δευτέροις ὄντων καὶ μετεχομένων ὑπ’ αὐτῶν.