Poznámka 76

Proklos, Theol. Plat. III,2 (Saffrey – Westerink, III,10,27–11,5): πᾶν τὸ ἀμέθεκτον καὶ πρωτουργὸν αἴτιον, ὑφιστάνον ἀφ’ ἑαυτοῦ τὰ μετεχόμενα, τοῖς ἀνομοίοις πρὸς αὐτὸ τῶν δευτέρων ἄνωθεν τὰς ὁμοίας προτάττειν μονάδας, λέγω δὲ οἷον τὴν μὲν ψυχὴν τὴν μίαν ταῖς φύσεσι τὰς πολλὰς ψυχάς, τὸν δὲ ἕνα νοῦν ταῖς πολλαῖς ψυχαῖς τοὺς μετεχομένους νόας… Ἔστιν ἄρα πρὸ τῶν ἐν ἄλλοις ὄντων εἰδῶν τὰ ἐν αὑτοῖς ὄντα καὶ πρὸ τῶν συντεταγμένων αἰτίων τὰ ἐξῃρημένα καὶ πρὸ τῶν μετεχομένων αἱ ἀμέθεκτοι μονάδες. καὶ τὸ τούτῳ συναποδεδειγμένον, τὰ τε ἐξῃρημένα γεννητικὰ τῶν συντεταγμένων ἐστὶν καὶ τὰ ἀμέθεκτα τὰς μεθεκτὰς ἐφίστησι τοῖς ἑαυτῶν ἐκγόνοις μονάδας καὶ τὰ ἑαυτῶν ὄντα τὰς ἐν ἄλλοις παράγει δυνάμεις. K tomu srv. P. A. Meijer, Participation in Henads and Monads, str. 72–74.