Poznámka 52

Plútarchos, De virt. mor. 442c–d: οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δ᾽ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν ὅση πέφυκε κἀφ᾽ ὅσον διέρχεται τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδ᾽ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογ᾽ ἐστίν, ἀλλ᾽ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει: καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν.