Poznámka 31
Porfyrios, Sent. 44,17–31: Οὐδὲ ἀφιστάμενος οὖν τοῦδε ἐπὶ τόδε μεταβαίνει· ἀφ’ οὗ γὰρ ἀφίσταται μὴ νοῶν ἐκεῖνο, ἀνόητος κατ’ ἐκεῖνο γίνεται. εἰ δὲ μὴ τόδε μετὰ τόδε ἐπ’ αὐτοῦ γίνεται, ἅμα πάντα νοεῖ· ἐπεὶ οὖν πάντα ἅμα καὶ οὐ τὸ μὲν νῦν, τὸ δὲ αὖθις, πάντα ἅμα νῦν καὶ ἀεί. εἰ οὖν ἐπ’ αὐτοῦ τὸ νῦν, ἀνῄρηται δὲ ἐπ’ αὐτοῦ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἐν ἀδιαστάτῳ τῷ νῦν ἀχρόνῳ παραστήματι, ὥστε τὸ ὁμοῦ κατά τε τὸ πλῆθος κατά τε τὸ χρονικὸν διάστημα ἐπ’ αὐτοῦ· διὸ καθ’ ἓν πάντα ἐν ἑνὶ καὶ ἀδιαστάτῳ καὶ ἀχρόνῳ. εἰ δὲ τοῦτο, οὐδὲ τὸ ποθέν ποι ἐν τῷ νῷ οὐδὲ κίνησις ἄρα, ἀλλὰ ἐνέργεια καθ’ ἓν ἐν ἑνὶ αὔξης τε ἀφῃρημένη καὶ μεταβολῆς καὶ διεξόδου πάσης. εἰ δὲ τὸ πλῆθος καθ’ ἓν καὶ ἅμα ἡ ἐνέργεια καὶ ἄχρονος, ἀνάγκη παρυποστῆναι τῇ τοιαύτῃ οὐσίᾳ τὸ ἀεὶ ἐν ἑνὶ ὄν· τοῦτο δέ ἐστιν αἰών· παρυπέστη ἄρα νῷ ὁ αἰών.
Zpět na článek: Reflexe 50:Věčnost a čas podle Porfyriovy Sentence 44