Poznámka 118
ἔστιν Ἀνάγκης χρῆμα, ϑεῶν ψήϕισμα παλαιόν, / ἀίδιον, πλατέεσσι κατεσϕρηγισμένον ὅρκοις· / εὖτέ τις ἀμπλακίηισι ϕόνωι ϕίλα γυῖα μιήνηι, / ‹νείκεΐ ϑ᾿› ὅς κ(ε) ἐπίορκον ἁμαρτήσας ἐπομόσσηι, / δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο, / τρίς μιν μυρίας íρας ἀπὸ μακάρων ἀλάλησϑαι, / ϕυομένους παντοῖα διὰ χρόνου εἴδεα ϑνητῶν / ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύϑους. / αἰϑέριον μὲν γάρ σϕε μένος πόντονδε διώκει, / πόντος δ᾿ ἐς χϑονὸς οὖδας ἀπέπτυσε, γαῖα δ᾿ ἐς αὐγὰς / ἠελίου ϕαέϑοντος, ὁ δ᾿ αἰϑέρος ἔμβαλε δίναις· / ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. / τῶν καὶ ἐγὥ νῦν εἰμι, ϕυγὰς ϑεόϑεν καὶ ἀλήτης, / νείκεϊ μαινομένωι πίσυνος (Dielsem uváděná Steinova rekonstrukce Empedokleova zlomku B 115, upravený překlad K. Svobody).
Zpět na článek: Reflexe 29:Nesmrtelná psyché a putující daimón