Poznámka 57
56 … εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
ὅτι ϑανόντων μὲν ἐνϑάδ᾿ αὐτίκ᾿ ἀπάλαμνοι ϕρένες
ποινὰς ἔτεισανῴτὰ δ᾿ ἐν τᾷδε Διὸς ἀρχᾷ#
ὰλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχϑρᾷ
60 λόγον ϕράσαις ἀνάγκᾳ·
ἴσαις δὲ νύκτεσσιν αἰεί,
ἴσαις δ᾿ ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
ἐσλοὶ δέκονται βίοτον, οὐ χϑόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
οὐδὲ πόντιον ὕδωρ
65 κεινὰν παρὰ δίαιταν, ἀλλὰ παρὰ μὲν τιμίοις
ϑεῶν οἵτινες ἔχαιρον εὐορκίαις ἄδακρυν νέμονται
αἰῶνα, τοὶ δ᾿ ἀπροσόρατον ὀκχέοντι πόνον.
ὅσοι δ᾿ ἐτόλμασαν ἐστρίς
ἑκατέρωϑι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
70 ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν
(Pindaros, Olymp. II,56–70).
Zpět na článek: Reflexe 29:Nesmrtelná psyché a putující daimón